Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.65 Dem. 22.68 (English) >>Dem. 22.71

22.67βούλεσθʼ, ἄνδρες Ἀθηναῖοι, τὸ τούτων αἴτιον ἐγὼ ὑμῖν εἴπω; ὅτι τῶν μὲν μετέχουσιν ὧν ἀδικοῦσιν ὑμᾶς τινες, ἀπὸ δὲ τῶν εἰσπραττομένων ὑφαιροῦνται· διʼ ἀπληστίαν δὲ τρόπων διχόθεν καρποῦνται τὴν πόλιν. οὔτε γὰρ ῥᾷον πολλοῖς καὶ τὰ μίκρʼ ἀδικοῦσιν ἀπεχθάνεσθαι ὀλίγοις καὶ μεγάλα, οὔτε δημοτικώτερον δήπου τὰ τῶν πολλῶν ἀδικήμαθʼ ὁρᾶν τὰ τῶν ὀλίγων. ἀλλὰ τοῦτʼ αἴτιον οὑγὼ λέγω. τῶν μὲν οἶδεν ἑαυτὸν ὄντα, τῶν ἀδικούντων, ὑμᾶς δʼ οὐδενὸς ἀξίους ἡγήσατο· διὸ τοῦτον ἐχρήσατο τὸν τρόπον ὑμῖν. 22.68εἰ γὰρ ἀνδραπόδων πόλις, ἀλλὰ μὴ τῶν ἄρχειν ἑτέρων ἀξιούντων ὡμολογεῖτʼ εἶναι, οὐκ ἄν, ἄνδρες Ἀθηναῖοι, τὰς ὕβρεις ἠνέσχεσθε τὰς τούτου, ἃς κατὰ τὴν ἀγορὰν ὕβριζεν ὁμοῦ μετοίκους, Ἀθηναίους· δῶν, ἀπάγων, βοῶν ἐν ταῖς ἐκκλησίαις ἐπὶ τοῦ βήματος· δούλους καὶ ἐκ δούλων καλῶν αὑτοῦ βελτίους καὶ ἐκ βελτιόνων· ἐρωτῶν εἰ μάτην τὸ δεσμωτήριον ᾠκοδομήθη. καταφαίην ἂν ἔγωγε, εἴ γʼ πατὴρ σὸς ᾤχετʼ αὐτόθεν αὐταῖς πέδαις ἐξορχησάμενος Διονυσίων τῇ πομπῇ. ἄλλα δʼ ὅσʼ ὕβρικεν οὐδʼ ἂν ἔχοι τις εἰπεῖν· τοσαῦτα τὸ πλῆθός ἐστιν. ὧν ἁθρόων ἄξιον λαβόντας δίκην τήμερον παράδειγμα ποιῆσαι τοῖς ἄλλοις, ἵνʼ ὦσιν μετριώτεροι.

22.69ἀλλὰ νὴ Δία ταῦτα μὲν τοιοῦτός ἐστιν ἐν οἷς πεπολίτευται, ἄλλα δʼ ἔσθʼ καλῶς διῴκηκεν. ἀλλὰ καὶ τἄλλʼ οὕτω προσελήλυθε πάντα πρὸς ὑμᾶς ὥσθʼ ἥκιστʼ ἐν οἷς ἀκηκόατʼ ἄξιός ἐστι μισεῖσθαι. τί γὰρ βούλεσθʼ εἴπω; τὰ πομπεῖʼ ὡς ἐπεσκεύασεν, καὶ τὴν τῶν στεφάνων καθαίρεσιν, τὴν τῶν φιαλῶν ποίησιν τὴν καλήν; ἀλλʼ ἐπὶ τούτοις γε, εἰ μηδὲν ἄλλʼ ἀδικῶν ἔτυχεν τὴν πόλιν, τρίς, οὐχ ἅπαξ τεθνάναι δίκαιος ὢν φανεῖται· καὶ γὰρ ἱεροσυλίᾳ καὶ ἀσεβείᾳ καὶ κλοπῇ καὶ πᾶσι τοῖς δεινοτάτοις ἔστʼ ἔνοχος.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.65 Dem. 22.68 (English) >>Dem. 22.71

Powered by PhiloLogic